Psalms 8

1Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυιδ.
LXX: Psa.8:2
Κύριε κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.
2
LXX: Psa.8:3
ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.
3
LXX: Psa.8:4
ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, σὺ ἐθεμελίωσας.
4
LXX: Psa.8:5
τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ, υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;
5
LXX: Psa.8:6
ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν·
6
LXX: Psa.8:7
καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου, πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,
7
LXX: Psa.8:8
πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,
8
LXX: Psa.8:9
τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν.
9
LXX: Psa.8:10
κύριε κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.
Copyright information for LXX